# Historia Nova 3.15.3-5

Zosimus, Historia Nova, 3.15.3 to 3.15.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zosimus/historia-nova/3.15.3

ἐπὶ δὲ τῆς ἄντικρυς ᾐόνος, δἰ ἧς ὁ στρατὸς ἐποιεῖτο τὴν πορείαν, πηγή τις ἦν ἄσφαλτον ἀνιεῖσα. μεθ̓ ἥν εἰς Σίθα, εἶτα εἰς Μηγίαν ἀφικόμενος, μετ̓ ἐκείνην εἰς Ζαραγαρδίαν πόλιν ἦλθεν, ἐν ᾗ βῆμα ἦν ὑψηλὸν ἐκ λίθου πεποιημένον, ὃ Τραϊανοῦ καλεῖν εἰώθασιν οἱ ἐγχώριοι. ταύτην ῥᾷστα τὴν πόλιν οἱ στρατιῶται διαρπάσαντες καὶ ἐμπρήσαντες αὐτήν τε τὴν ἡμέραν καὶ τὴν ὑστεραίαν ἡσυχίαν ἦγον. θαυμάσας δὲ ὁ βασιλεὺς ὅτι τοσαύτην τοῦ στρατοῦ διαδραμόντος ὁδὸν οὐδεὶς ἐκ Περσῶν οὔτε λόχος ἐξ ἐνέδρας οὔτε ἐκ τοῦ προφανοῦς ἀπήντησέ τι πολέμιον, Ὁρμίσδην εἰς κατασκοπὴν ἐκπέμπει μετὰ δυνάμεως, οἷα τὰ Περσῶν διὰ πάσης ἀκριβείας εἰδότα. ὅς μικροῦ πρὸς ἔσχατον ἐληλύθει μετὰ τῶν σὺν αὐτῷ κίνδυνον, εἰ μὴ τύχη τις αὐτοὺς ἐκ παραδόξου διέσωσεν. ὁ γὰρ σουρήνας ʽἀρχῆς δὲ τοῦτο παρὰ Πέρσαις ὄνομἀ λόχον ἔν τινι τόπῳ καθίσας Ὁρμίσδην καὶ τοὺς σὺν αὐτῷ στρατιώτας ἐκαραδόκει, παριοῦσιν ἐθέλων

---

Zosimus, Historia Nova, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4084.tlg001.local001/.
