Ancient Greek
Book 3, Chapter 16
Zosimus, Historia Nova 3.16.3
Not analysed yet
ἐκπέμπει τε πρὸς τοῦτο Βίκτορα τὸν στρατηγὸν μετὰ δυνάμεως ἀρκούσης. ὅ δὲ νύκτα ἐπιτηρήσας, ὡς ἂν μὴ ὀφθείη παρὰ τῶν Περσῶν ἀποχωρῶν τοῦ στρατεύματος, καὶ οὕτω δὲ προελθὼν ὁδὸν τοσαύτην ὅση τὸ γιγνόμενον οὐδὲ ἡμέρας οὔσης ὁρᾶν ἐδίδου τοῖς ἐναντίοις, περαιωθεὶς τὴν διώρυχα τοὺς ὑπὸ Λουκιλλιανῷ τεταγμένους ἐζήτει.