Ancient Greek
Book 3, Chapter 19
Zosimus, Historia Nova 3.19.4
Not analysed yet
ἀλλ̓ ὅμως τοῦ βασιλέως προθέοντος καὶ ὁ στρατὸς ἠκολούθει, βρέχων ἄχρι γονάτων τοὺς πόδας: αἰσχύνην γὰρ ἡγοῦντο μὴ ποιεῖν ἅπερ ἐθεῶντο ποιοῦντα τὸν βασιλέα. ἡλίου δὲ ἤδη δύντος ὁ μὲν στρατὸς ἐπὶ τῶν τόπων ηὐλίζετο τούτων, βασιλεὺς δὲ στρατιώτας ἑαυτῷ καὶ τεχνίτας ἀκολουθεῖν ἐπιτάξας, δένδρα ἐκτέμνων καὶ ξύλα διώρυχάς τε ἐζεύγνυε, τοῖς τέλμασί τε γῆν ἐπετίθει, καὶ τὰ βαθέα τῶν ὁδῶν ἀπεπλήρου, καὶ ταῖς στενοχωρίαις εὖρος ἐνεποίει τὸ μέτριον ἔχον. ἐπανελθών τε διῆγε τὴν στρατιὰν μετὰ ῥᾳστώνης, ἕως εἰς Βίθραν ἐληλύθει πόλιν, ἐν ᾗ βασίλεια ἦν καὶ οἰκήματα βασιλεῖ τε ὁμοῦ πρὸς ὑποδοχὴν ἀρκοῦντα καὶ στρατοπέδῳ.