# Historia Nova 3.20.2-4

Zosimus, Historia Nova, 3.20.2 to 3.20.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zosimus/historia-nova/3.20.2

ἐλθὼν δὲ πλησίον φρουρίου τινὸς πληγὴν καιρίαν δέχεσθαι ἐμέλλησε: τῶν γὰρ ἀπὸ τοῦ φρουρίου τις Πέρσης ἐπελθὼν τῇ τοῦ βασιλέως κεφαλῇ τὸ ξίφος ἐπήλασεν. ὃ δὲ προϊδόμενος ἐπέθηκε τὴν ἀσπίδα τῇ κεφαλῇ, καὶ ταύτῃ τὴν πληγὴν ἀπεσείσατο. ἐκεῖνον μὲν οὖν οἱ στρατιῶται συμπεσόντες κατέσφαξαν, καὶ τοὺς σὺν αὐτῷ πάντας, εἰ μήπω γέ τινες διαδύντες συνέφυγον εἰς τὸ φρούριον: δυσανασχετῶν δὲ ὁ βασιλεὺς ἐπὶ τῷ τολμήματι τὸ φρούριον ἀνεσκόπει, καὶ ὅπου ἁλώσιμον εἴη περιιὼν ἐθεώρει. περὶ τοῦτο δὲ ἔχοντος αὐτοῦ, τοῖς ἐν τῷ ἄλσει τῶν φοινίκων ἐπιμείνασι στρατιώταις ὁ σουρήνας ἀπρόοπτος ἐπιφανεὶς τῶν τε ὑποζυγίων καὶ τῆς ἀποσκευῆς κρατήσειν ἤλπισε, καὶ ἅμα τὸν βασιλέα τοῦτο μαθόντα πάντως ἀποστήσειν τῆς τοῦ φρουρίου πολιορκίας. ἀλλ̓ ἐκεῖνος μὲν ἐν νῷ ταῦτα βαλόμενος ἀμφοτέρων διήμαρτεν, ὁ δὲ βασιλεὺς ἐν πολλῷ τὴν τοῦ φρουρίου καθαίρεσιν ἐποιεῖτο:

---

Zosimus, Historia Nova, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4084.tlg001.local001/.
