# Historia Nova 3.21.1-3

Zosimus, Historia Nova, 3.21.1 to 3.21.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zosimus/historia-nova/3.21.1

οἱ δὲ ἐν τῷ φρουρίῳ πολιορκούμενοι βελῶν παντοίων ἀφέσει τοὺς ἐναντίους ἠμύνοντο, λίθων δὲ οὐκ ὄντων αὐτοῖς ἔνδον ἀσφάλτῳ βώλους πεπυρωμένους ἠκόντιζον. ἐτύγχανον δὲ τῶν πεμπομένων αἱ βολαὶ ῥᾳδίως οἷα καὶ ἐξ ὑπερδεξίου καὶ κατὰ πλήθους πεμπόμεναι. ἀλλ̓ οὐδὲ οἱ τῶν Ῥωμαίων στρατιῶται, καὶ ταῦτα ταῖς ἐξ ὕψους βοηθείαις ἐλαττούμενοι, παρῆκαν εἶδος ἀνδρείας καὶ πολεμικῆς ἐπιστήμης: λίθοις γὰρ χειροπλήθεσιν ἔβαλλον, βέλεσί τε οὐκ ἐκ τόξων μόνον ἀφιεμένοις ἀλλὰ καὶ ἐκ μηχανημάτων, ἅπερ οὐκ ἐφ̓ ἑνὸς μόνον ἵστατο πηγνύμενα σώματος, ἀλλὰ καὶ δύο καὶ τρία καὶ πλείω διῄει. τοῦ δὲ φρουρίου κειμένου μὲν ἐπὶ λόφου, τείχεσι δὲ δύο καὶ πύργοις ἑκκαίδεκα μεγάλοις ὠχυρωμένου, πέριξ τε τάφρῳ περιειλημμένου βαθείᾳ, κατά τι μέρος ὕδωρ εἰσφερούσῃ τοῖς ἐν τῷ φρουρίῳ πρὸς πότον ἐπιτήδειον, χῶμα ἐπιχέειν ὁ βασιλεὺς τῇ τάφρῳ τοὺς στρατιώτας ἐκέλευσεν, ἕτερόν τε ἐπὶ τούτῳ πρὸς ὕψος ἀνιστάμενον ἐξισωθῆναι τῷ πύργῳ.

---

Zosimus, Historia Nova, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4084.tlg001.local001/.
