Ancient Greek
Book 3, Chapter 22
Zosimus, Historia Nova 3.22.6
Not analysed yet
ἐπιθέμενοι δὲ τοὺς ἐν χερσὶν ἔπαιόν τε καὶ ἐκ τοῦ τείχους ὠθοῦντες διέφθειρον, τοὺς δὲ καὶ διώκοντες παντοδαποῖς θανάτου τρόποις ἀνῄρουν, οὔτε γυναικῶν οὔτε παίων ἀπεχόμενοι, πλὴν εἰ μή πού γέ τινας αἰχμαλώτους αὐτοῖς ἔδοξεν ἔχειν. Ἀναβδάτης δὲ ὁ ἀρχιφύλαρχος ἐν τῷ διαδρᾶναι τὸ φρούριον ἁλοὺς ἅμα τοῖς ἀμφ̓ αὐτόν, ὀγδοήκοντα τὸν ἀριθμὸν οὖσι, τῷ βασιλεῖ προσήχθη δεδεμένος ὀπίσω τὰς χεῖρας.