Ancient Greek
3.28.1 to 3.28.2
Zosimus, Historia Nova 3.28.1-2
Not analysed yet
Ἰδόντες δὲ αὐτοὺς οἱ πολέμιοι πλησιάζοντας Ἀκκήτῃ πόλει τοὺς ἐν τῇ γῇ καρποὺς ἐπυρπόλουν: οἷς ἐπιδραμόντες οἱ Ῥωμαῖοι τὸ πῦρ κατέσβεσαν καὶ τῶν καρπῶν τοῖς λειπομένοις ἐχρήσαντο. περαιτέρω δὲ προελθόντες εἰς Μάρωνσα παρεγένοντο κώμην, ᾗ τοῖς τὴν οὐραγίαν τοῦ στρατοῦ φυλάττουσιν ἐπιθέμενοι Περσῶν λόχοι συνέπεσον, καὶ ἀπώλεσαν ἄλλους τε στρατιώτας καὶ Βετρανίωνα τὸν ἡγεμονίαν ἔχοντα τοῦ λόχου καὶ ἀνδρείως ἀγωνισάμενον. καὶ πλοῖα δὲ. ἥλω κατόπιν πολὺ τοῦ στρατοπέδου τοῖς πολεμίοις περιπεσόντα.