Ancient Greek
Book 3, Chapter 3
Zosimus, Historia Nova 3.3.2
Not analysed yet
συνιδὼν δὲ ὡς οἱ μὲν κατὰ τὴν χώραν καὶ πρὸς τὴν ἀκοὴν τοῦ τῶν βαρβάρων ὀνόματος πτώσσουσιν, οἱ δὲ παρὰ Κωνσταντίου δοθέντες αὐτῷ, τριακόσιοι καὶ ἑξήκοντα τὸν ἀριθμὸν ὄντες, μόνον εὔχεσθαι, καθάπερ αὐτός πού φησιν, ᾔδεσαν, ὅσους μὲν οἷός τε γέγονε τοῖς τάγμασιν ἐγκατέλεξε, πολλοὺς δὲ καὶ ἐθελοντὰς ἐδέξατο. ποιησάμενος δὲ καὶ ὅπλων φροντίδα, παλαιὰ μὲν κατά τινα πόλιν εὑρὼν ἀποκείμενα, τῆς προσηκούσης ἐπιμελείας ἀξιώσας τοῖς στρατευομένοις διένειμεν.