# Historia Nova 3.31.1

Zosimus, Historia Nova, Book 3, Chapter 31. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zosimus/historia-nova/3.31.1

Καίπερ οὖν ἐν τούτοις ὄντι τῷ στρατοπέδῳ περὶ φιλίας ὅμως ἐποιοῦντο λόγους οἱ Πέρσαι, σουρήναν τε καὶ ἄλλους τῶν ἐν δυνάμει παῤ αὐτοῖς ὄντων ἐκπέμψαντες. Ἰοβιανοῦ δὲ τοὺς περὶ τῆς εἰρήνης προσδεξαμένου λόγους, στείλαντός τε Σαλούστιον τὸν τῆς αὐλῆς ὕπαρχον καὶ Ἀρινθαῖον σὺν τούτῳ, λόγων περὶ τούτου γενομένων αὐτοῖς πρὸς ἀλλήλους ἐγίνοντο μὲν τριακοντούτεις σπονδαί, συνεδόκει δὲ Ῥωμαίους τοῦ τε Ζαβδικηνῶν ἔθνους ἐκστῆναι τοῖς Πέρσαις, ἔτι δὲ Καρδουηνῶν καὶ Ῥημηνῶν καὶ Ζαληνῶν τε πρὸς τούτοις καὶ ἐπὶ πᾶσιν τῶν περὶ αὐτὰ φρουρίων, ὄντων τὸν ἀριθμὸν πεντεκαίδεκα, μετὰ τῶν οἰκητόρων καὶ κτημάτων καὶ ζῴων καὶ πάσης ἀποσκευῆς, Νίσιβιν δὲ παραδοῦναι δίχα τῶν ἐνοικούντων: ἐδόκει γὰρ τούτους, ἔνθα ἂν δόξειε Ῥωμαίοις,

---

Zosimus, Historia Nova, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4084.tlg001.local001/.
