Ancient Greek
Book 3, Chapter 32
Zosimus, Historia Nova 3.32.3
Not analysed yet
ἐπεὶ δὲ Περσῶν αὖθις κινηθέντων ἐχειροτόνησεν ἡ γερουσία Κράσσον αὐτοκράτορα στρατηγόν, ὃ δὲ εἰς χεῖρας ἐλθὼν αἰσχρὰν ἄχρι τοῦδε Ῥωμαίοις κατέλιπε δόξαν, ἁλούς τε ἐν τῇ μάχῃ καὶ παρὰ Πέρσαις ἀποθανών, τότε παραλαβὼν τὴν στρατηγίαν Ἀντώνιος, καὶ τῷ Κλεοπάτρας ἐχόμενος ἔρωτι, τοῖς περὶ τὸν πόλεμον ἐκμελῶς καὶ ὀλιγώρως προσέσχε: καὶ ἀπήλλαξε μὲν κἀκεῖνος ἀνάξια πεπραχὼς τοῦ Ῥωμαίων ὀνόματος, Ῥωμαῖοι δὲ οὐδὲ τούτων αὐτοῖς τῶν ἐλαττωμάτων συμβάντων ἐκπεπτώκασι τούτων τῶν τόπων τινός.