Ancient Greek
Book 3, Chapter 33
Zosimus, Historia Nova 3.33.1
Not analysed yet
Τῆς δὲ πρὸς Πέρσας γενομένης εἰρήνης ὃν διεξήλθομεν τρόπον, Ἰοβιανὸς ὁ βασιλεὺς μετὰ ἀδείας ἐπανιὼν ἅμα τῷ στρατοπέδῳ καὶ πολλαῖς περιπεσὼν δυσχωρίαις καὶ τόποις ἀνύδροις, πολλούς τε τῆς στρατιᾶς ἀποβαλὼν ἐν τῇ διὰ τῆς πολεμίας παρόδῳ, Μαυρίκιον μὲν τῶν λοχαγῶν ἕνα τροφὴν ἐκ Νισίβιος ἀγαγεῖν ἐκέλευε τῷ στρατοπέδῳ, ἀπαντῆσαί τε μετὰ ταύτης ὡς ἂν οἷός τε ᾖ πορρωτάτω, κατὰ δὲ τὴν Ἰταλίαν ἄλλους ἐξέπεμπε, τὴν Ἰουλιανοῦ τελευτὴν καὶ τὴν ἀνάρρησιν τὴν οἰκείαν ἀπαγγελοῦντας.