# Historia Nova 3.33.2-5

Zosimus, Historia Nova, 3.33.2 to 3.33.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zosimus/historia-nova/3.33.2

μόλις δὲ σὺν πολλῇ κακοπαθείᾳ τῇ Νισίβει πλησιάσας ἐπιστῆναι μὲν οὐκ ἤθελε τῇ πόλει τοῖς πολεμίοις ἐκδεδομένῃ, καταλύσας δὲ ἔν τινι πρὸ τῆς πύλης ὑπαίθρῳ τῇ ὑστεραίᾳ στεφάνους ἅμα καὶ ἱκεσίας ἐδέχετο, πάντων ὅσοι κατὰ τὴν πόλιν ἦσαν ἐκλιπαρούντων μὴ προέσθαι σφᾶς μηδὲ εἰς πεῖραν καταστῆσαι βαρβάρων ἠθῶν, τοσαύτη ἐτῶν ἑκατοντάς τοῖς Ῥωμαίων νόμοις ἐντεθραμμένους. αἰσχρὸν δὲ καὶ ἄλλως εἶναι Κωνστάντιον μὲν τρεῖς. Περσικοὺς πολέμους ἀναδεξάμενον καὶ ἐν πᾶσιν ἐλαττωθέντα Νισίβιος ἀντιλαβέσθαι, καὶ πολιορκουμένην αὐτὴν καὶ εἰς ἔσχατον ἐλθοῦσαν κινδύνου διὰ πάσης περισῶσαι σπουδῆς, αὐτὸν δὲ μηδεμιᾶς τοιαύτης ἐπικειμένης ἀνάγκης τοῖς πολεμίοις τὴν πόλιν ἐκδοῦναι καὶ δεῖξαι Ῥωμαίοις ἡμέραν ἣν οὔπω τεθέανται, περιιδεῖν ἀναγκαζομένοις πόλιν τοσαύτην καὶ χώραν πολεμίοις ἐκδιδομένην. ἐπεὶ δὲ τούτων ὁ βασιλεὺς ἀκούων τὰ συντεθειμένα προΐσχετο, Σαβῖνος τοῦ βουλευτικοῦ προεστὼς καταλόγου προσετίθει τοῖς παρὰ τοῦ πλήθους εἰς ἱκεσίαν προσενεχθεῖσιν ὡς οὔτε δαπάνης εἰς τὴν πρὸς Πέρσας δεήσονται μάχην οὔτε ἐπικουρίας ἐπεισάκτου, δυνήσονται δὲ αὐτοὶ σώμασιν οἰκείοις καὶ δαπανήμασι τὸν ἐπαχθησόμενον αὐτοῖς ἀποκρούσασθαι πόλεμον, κρατήσαντές τε ἔσονται πάλιν ὑπήκοοι Ῥωμαίοις, τὰ προσταττόμενα πληροῦντες ὃν τρόπον καὶ πρότερον. τοῦ δὲ εἰπόντος οὐδὲν οἷόν τε τῶν συντεθειμένων παραβαθῆναι, πολλάκις οἱ ἀπὸ τῆς πόλεως ἐδεήθησαν ἱκετεύοντες μὴ στερηθῆναι τὴν Ῥωμαίων ἀρχὴν τοῦ προτειχίσματος.

---

Zosimus, Historia Nova, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4084.tlg001.local001/.
