Ancient Greek
Book 3, Chapter 34
Zosimus, Historia Nova 3.34.1
Not analysed yet
ἐπεὶ δ̓ ἤνυον πλέον οὐδέν, ἀναχωρήσαντος σὺν ὀργῇ τοῦ βασιλέως καὶ Περσῶν παραλαβεῖν κατὰ τὰς σπονδὰς ἐθελόντων τά τε ἔθνη καὶ τὰ φρούρια καὶ τὴν πόλιν, οἱ μὲν τῶν ἐθνῶν καὶ τῶν φρουρίων οἰκήτορες, εἰ μὴ λάθρᾳ φυγεῖν ἠδυνήθησαν, ἐνέδοσαν τοῖς Πέρσαις πράττειν εἰς αὐτοὺς ὅ τι βούλοιντο, Νισιβηνοὶ δὲ ἀνακωχῆς εἰς τὸ μεταστῆναι τυχόντες, οἱ μὲν πολλοὶ καὶ σχεδὸν ἅπαντες εἰς τὴν Ἀμίδαν ἀπανέστησαν, ὀλίγοι δὲ ἑτέρας κατῴκησαν πόλεις.