# Historia Nova 3.34.2-4

Zosimus, Historia Nova, 3.34.2 to 3.34.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zosimus/historia-nova/3.34.2

πάντα δὲ ἦν οἰμωγῆς καὶ θρήνων μεστά, πόλεως ἑκάστης ἐκκεῖσθαι ταῖς Περσῶν ἐφόδοις, Νισίβιος δοθείσης αὐτοῖς, οἰομένων. Καρρηνοῖς δὲ τοσοῦτον ἐγένετο πένθος τῆς Ἰουλιανοῦ τελευτῆς μηνυθείσης ὥστε τὸν ἀπαγγείλαντα καταλεῦσαι σωρόν τε λίθων μέγιστον ἐπ’ αὐτὸν ἀνεγεῖραι. τοσαύτην ἴσχυσεν ἀνδρὸς ἑνὸς τελευτὴ τοῖς κοινοῖς πράγμασιν ἐμποιῆσαι μεταβολήν. Ἰοβιανοῦ δὲ σπουδῇ τὰς πόλεις διαδραμόντος, οἷα δὴ πένθει καὶ στυγνότητι τῶν πόλεων ἐχομένων καὶ ἱλαρὸν οὐδὲν ἢ χάριεν ἐνδείξασθαι, καθάπερ ἦν ἔθος τοῖς αὐτόθι δήμοις, ὑφισταμένων, παρεγένοντο μὲν τῶν στρατιωτῶν ὅσοι τὴν δορυφορίαν εἶχον εἰς τὴν Ἀντιόχειαν ἅμα τῷ βασιλεῖ, εἵπετο δὲ καὶ ὁ στρατὸς ἅπας τῷ Ἰουλιανοῦ σώματι. καὶ τοῦτο μὲν εἰς Κιλικίαν ἀπενεχθὲν ἔν τινι Ταρσοῦ προαστείῳ βασιλικῇ ταφῇ παρεδίδοτο, καὶ ἐπίγραμμα προσεγράφετο τῷ τάφῳ τοιόνδε Ἰουλιανὸς μετὰ Τίγριν ἀγάρροον ἐνθάδε κεῖται, ἀμφότερον βασιλεύς τ̓ ἀγαθὸς κρατερός τ̓ αἰχμητής.

---

Zosimus, Historia Nova, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4084.tlg001.local001/.
