Ancient Greek
Book 3, Chapter 36
Zosimus, Historia Nova 3.36.1
Not analysed yet
Βουλῆς δὲ ὑπὲρ τοῦ τίνα δέοι προστῆναι τοῦ πολιτεύματος προτεθείσης, πολλοὶ μὲν καὶ περὶ πολλῶν ἐγίνοντο λόγοι τῷ στρατοπέδῳ καὶ τοῖς τὰς ἡγεμονίας ἔχουσι, πάντων δὲ ἡ ψῆφος εἰς ἕνα συνῄει Σαλούστιον τῆς αὐλῆς ὕπαρχον. τοῦ δὲ τὸ γῆρας προϊσχομένου καὶ διὰ τοῦτο φήσαντος οὐχ οἷός τε ἔσεσθαι πεπονηκόσιν ἀρκέσειν τοῖς πράγμασι, τὸν παῖδα γοῦν ᾔτησαν εἰς τὴν τῶν ὅλων ἀρχὴν ἐλθεῖν.