# Historia Nova 3.4.2-4

Zosimus, Historia Nova, 3.4.2 to 3.4.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zosimus/historia-nova/3.4.2

γενομένης δὲ μάχης ἰσχυροτάτης καὶ πλήθους ἀπείρου βαρβάρων ἐν ταύτῃ πεσόντος, ἄχρι τῶν Ἑρκυνίων δρυμῶν τοὺς φεύγοντας ὁ Καῖσαρ ἐπιδιώξας, πολύν τε ἐργασάμενος φόνον καὶ τὸν υἱὸν τοῦ τῶν βαρβάρων ἡγουμένου Βαδομάριον ζωγρίαν ἑλών, ἀπήγαγε τὸν στρατὸν ἐν τῇ οἰκείᾳ παιωνίζοντα ἐπὶ ταῖς νίκαις ἀνυμνοῦντά τε τὰ τοῦ Καίσαρος στρατηγήματα. τὸν μὲν δὴ Βαδομάριον Ἰουλιανὸς ἐξέπεμπε Κωνσταντίῳ, τῇ τούτου τύχῃ τὴν νίκην ἀνατιθείς: οἱ δὲ βάρβαροι πρὸς ἔσχατον ἐληλακότες κινδύνου καὶ περὶ παίδων ἤδη καὶ γυναικῶν δεδιότες, μή ποτε καὶ μέχρι τῶν τόπων ἐκείνων ἐν οἷς ἦσαν ἐπεξελθὼν ὁ Καῖσαρ ἅπαν αὐτῶν τὸ γένος ἄρδην ληΐσεται, στέλλουσι πρέσβεις περὶ φιλίας διαλεξομένους καὶ περὶ τοῦ Ῥωμαίοις μηδεπώποτε πολεμήσειν. ὁ δὲ Καῖσαρ οὐκ ἄλλως ἔφη περὶ φιλίας αὐτοῖς ἐς λόγους ἰέναι, πρὶν τοὺς αἰχμαλώτους ἅπαντας, ὅσους ἐκ τῶν ἁλουσῶν πόλεων ἔτυχον ἐν τοῖς πρὸ τούτου χρόνοις ἀπαγαγόντες, ἀπολαβεῖν. τῶν δὲ καὶ τοῦτο ποιεῖν ὁμολογησάντων καὶ πάντας ὅσοι περίεισιν ἔτι διδόναι, πραγματευόμενος ὁ Καῖσαρ τὸ μηδένα τῶν αἰχμαλώτων μείναντα παρὰ τοῖς βαρβάροις λαθεῖν τοιόνδε τι μηχανᾶται.

---

Zosimus, Historia Nova, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4084.tlg001.local001/.
