Ancient Greek
Book 3, Chapter 4
Zosimus, Historia Nova 3.4.6
Not analysed yet
τῶν δὲ μετ̓ οὐ πολὺ τὸ προσταχθὲν πληρωσάντων, φησάντων τε πάντας ἔχειν τοὺς αἰχμαλώτους, ἐπὶ βήματος ὑψηλοῦ καθίσας ὁ Καῖσαρ, στήσας τε τοῦ βήματος ὄπισθεν τοὺς ὑπογραφέας, παρὰ μὲν τῶν βαρβάρων κατὰ τὸ συγκείμενον παραγενέσθαι τοὺς αἰχμαλώτους ἐκέλευε, τῶν δὲ καθ̓ ἕνα παριόντων καὶ τὰς ἑαυτῶν λεγόντων προσηγορίας οἱ τῷ Καίσαρι παρεστῶτες ὑπογραφεῖς ἐκ τῶν ὄντων παῤ αὐτοῖς γραμμάτων ἀνεζήτουν τὰ τούτων ὀνόματα, καὶ παραβάλλοντες οὕς τε πρότερον ἀπεσημειώσαντο καὶ τοὺς φανέντας τῷ Καίσαρι, καὶ πολλῷ πλείους τοὺς παρὰ τῶν οἰκείων πολιτῶν καὶ κωμητῶν ὀνομασθέντας εὑρόντες, ὄπισθεν παρεστῶτες ἐμήνυον τοῦτο τῷ Καίσαρι.