Ancient Greek
Book 3, Chapter 7
Zosimus, Historia Nova 3.7.4
Not analysed yet
ὁ δὲ Καῖσαρ, ἐπειδὴ μὴ ῥᾴδιον ἦν αὐτῷ διὰ τοῦ στρατοπέδου ταῖς ἐν νυκτὶ τῶν βαρβάρων λαθραίαις ἐφόδοις ἐπεξιέναι ʽκατ̓ ὀλίγους γὰρ καὶ ἐν πολλοῖς ἑαυτοὺς διασπείραντες ἐλῄστευον, ἡμέρας δὲ γενομένης οὐδένα θεάσασθαι παντάπασιν ἦν: ἐν γὰρ τοῖς περὶ τοὺς ἀγροὺς δρυμοῖς ἀπεκρύπτοντο, σιτούμενοι τὰ ἐκ τῆς λῃστείας αὐτοῖς προσγινόμενἀ, τὸ δυσχείρωτον τῶν πολεμίων λαβὼν κατὰ νοῦν εἰς ἀνάγκην κατέστη τοῦ μὴ στρατοπέδῳ μόνον ἀλλὰ καὶ λῃστικῷ συστήματι τοὺς λῃστὰς μετελθεῖν.