Ancient Greek
Book 3, Chapter 8
Zosimus, Historia Nova 3.8.3
Not analysed yet
Δοκούντων δὲ εἶναι τῶν κατὰ τὴν ἑῴαν ἐν ἡσυχίᾳ, καὶ τῶν τοῦ Καίσαρος κατορθωμάτων ἐν τοῖς ἁπάντων στόμασιν ὄντων, δεινῶς ὁ Κωνστάντιος συνεστάλη τῷ φθόνῳ. τῇ δὲ τῶν ἐν Κελτοῖς τε καὶ Ἴβηρσι πραγμάτων εὐημερίᾳ δακνόμενος ἐμηχανᾶτο προφάσεις, δἰ ὧν ἂν δυνηθείη κατὰ βραχὺ καὶ ἀνεπαισθήτως τὰς τοῦ Καίσαρος ἐλαττῶσαι δυνάμεις, οὕτω τε τῆς ἀξίας αὐτὸν παραλῦσαι. πέμπει τοίνυν ὡς αὐτόν, τάγματα δύο τῶν ἐν Κελτοῖς στρατιωτῶν ἐκπεμφθῆναι κελεύων ὡς δὴ τῆς ἀπὸ τούτων δεόμενος βοηθείας.