Ancient Greek
Book 4, Chapter 1
Zosimus, Historia Nova 4.1.2
Not analysed yet
ἐνδούσης δὲ αὐτῷ τῆς νόσου, τῆς Νικαίας ἀπαναστὰς εἰς τὴν Κωνσταντινούπολιν παρεγένετο. τοῦ δὲ στρατοπέδου καὶ τῶν ἄλλως πρὸς αὐτὸν ἐπιτηδείως ἐχόντων ἑλέσθαι κοινωνὸν τῆς βασιλείας παρακαλούντων, ὅπως εἴ τις τοῖς πράγμασι συμβαίη περίστασις, ἔχοιεν τὸν ἀντιληψόμενον καὶ μὴ ταὐτὰ πάθοιεν οἷς ἐπὶ τῆς Ἰουλιανοῦ πεπόνθασι τελευτῆς, πείθεται τῇ παραινέσει, καὶ στρέψας ἐν αὑτῷ γνώμην ἐκ πάντων ὧν ἔλαβε κατὰ νοῦν Οὐάλεντα τὸν ἀδελφὸν αἱρεῖται, πιστότατον αὑτῷ πάντων ἡγησάμενος ἔσεσθαι. τοῦτον γοῦν ἀναδείκνυσι κοινωνὸν τῆς ἀρχῆς.