Ancient Greek
4.10.2 to 4.10.3
Zosimus, Historia Nova 4.10.2-3
Not analysed yet
ἐπεὶ οὖν τούτους ἀφεθῆναι παρὰ τοῦ βασιλέως ἀπῄτει κατὰ πρεσβείαν τοῦ τότε κρατοῦντος αὐτοὺς φήσας ἐκπεπομφέναι, πρὸς οὐδὲν αὐτῷ ὁ βασιλεὺς Οὐάλης ὑπήκουε: μήτε γὰρ πρὸς αὐτὸν τούτους ἐστάλθαι ἔλεγε, μήτε φιλίους ὄντας ἀλλὰ πολεμίους ἁλῶναι. αὕτη τὸν Σκυθικὸν πόλεμον ἀνερρίπισεν ἡ αἰτία. διανοουμένους δὲ αὐτοὺς ἐπιέναι τοῖς Ῥωμαίων ὁρίοις αἰσθόμενος ὁ βασιλεύς, καὶ πρὸς αὐτὸ ἤδη συνειλεγμένους ἅπαντας σὺν ὀξύτητι πάσῃ, τὸ μὲν στρατόπεδον τῇ ὄχθῃ τοῦ Ἴστρου συμπαρατείνας, αὐτὸς δὲ ἐπὶ τῆς Μαρκιανουπόλεως, ἣ μεγίστη τῶν ἐν Θρᾴκῃ πόλεών ἐστι, διατρίβων, τῆς τε τῶν στρατιωτῶν ἐν ὅπλοις ἀσκήσεως ἐπιμέλειαν ἐποιεῖτο καὶ μάλιστα τοῦ μηδεμίαν αὐτοῖς ἐπιλεῖψαι τροφήν.