# Historia Nova 4.11.1-3

Zosimus, Historia Nova, 4.11.1 to 4.11.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zosimus/historia-nova/4.11.1

τούτων δὲ οὕτω χειμῶνος ὄντος ἔτι διῳκημένων, ἔαρος ἀρχομένου τῆς Μαρκιανουπόλεως ὁ βασιλεὺς ἀναστὰς ἅμα τοῖς εἰς τὸν Ἴστρον φυλάττουσι στρατιώταις περαιωθεὶς ἐν τῇ πολεμίᾳ τοῖς βαρβάροις ἐπῄει. τῶν δὲ στῆναι πρὸς μάχην σταδίαν οὐ θαρρησάντων, ἐγκεκρυμμένων δὲ τοῖς ἕλεσι καὶ ἐκ τούτων λαθραίας ποιουμένων ἐπιδρομάς, τοῖς μὲν στρατιώταις κατὰ χώραν ἐπέταττε μένειν, ὅσον δὲ ἦν οἰκετικὸν συναγαγών, καὶ ὅσον μέντοι τὴν τῆς ἀποσκευῆς ἐπετέτραπτο φυλακήν, ῥητόν τι χρυσίον ὑπισχνεῖτο δωρεῖσθαι τῷ βαρβάρου φέροντι κεφαλήν. εὐθὺς οὖν ἅπαντες ἐπηρμένοι τῇ τοῦ κέρδους ἐλπίδι, ταῖς ὕλαις καὶ τοῖς ἕλεσιν εἰσδυόμενοι τούς τε προσπίπτοντας ἀναιροῦντες, ἐπιδεικνύντες τε τῶν κατασφαττομένων τὰς κεφαλὰς τὸ ταχθὲν ἐκομίζοντο. πολλοῦ δὲ πλήθους τοῦτον τὸν τρόπον ἀπολομένου, περὶ σπονδῶν οἱ λελειμμένοι τοῦ βασιλέως ἐδέοντο.

---

Zosimus, Historia Nova, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4084.tlg001.local001/.
