Ancient Greek
Book 4, Chapter 13
Zosimus, Historia Nova 4.13.1
Not analysed yet
Τῶν δὲ κατὰ τὴν ἑσπέραν ἐν τούτοις ὄντων, Οὐάλης ὁ βασιλεύς, ἐφ̓ ὅπερ ἐξ ἀρχῆς ὥρμητο, κατὰ Περσῶν ἐπὶ τὴν ἑῴαν ἐστέλλετο, προϊών τε σχολαίως ἐβοήθει τὰ δέοντα πρεσβευομέναις ταῖς πόλεσι, καὶ ἄλλα πολλὰ κατὰ τὸ προσῆκον ᾠκονόμει, τοῖς δίκαια αἰτοῦσι ῥᾳδίως φιλοτιμούμενος τὰ αἰτούμενα.