Ancient Greek
Book 4, Chapter 14
Zosimus, Historia Nova 4.14.1
Not analysed yet
συνέβαινε δὲ ἐπὶ τούτῳ καὶ ἕτερον. Φορτουνατιανός, τῇ τῶν βασιλικῶν ἐφεστὼς ταμιείων φροντίδι, τῶν ὑφ̓ ἑαυτὸν στρατευομένων τινὰ γοητείας γραφὴν φεύγοντα κρίνων ὑπέβαλλεν αἰκισμοῖς: τοῦ δὲ τῇ τῶν βασάνων ἀνάγκῃ καὶ ἄλλους ἐξονομάσαντος ὡς συνεπισταμένους αὐτῷ, τὰ μὲν τῆς ἐξετάσεως εἰς Μόδεστον, ὃς τῆς αὐλῆς ὕπαρχος ἦν, μετεφέρετο οἷα προσώπων ἀχθέντων εἰς μέσον τῇ ἀρχῇ τοῦ δικάσαντος πρότερον οὐχ ὑποκειμένων,