Ancient Greek
Book 4, Chapter 15
Zosimus, Historia Nova 4.15.2
Not analysed yet
οὕτω δὲ ὁμοῦ πάντα συνεταράττετο ὥστε καὶ τῶν προστυχόντων τὰς οἰκίας ἐπεισιέναι μετὰ πλήθους ἀνέδην τοὺς συκοφάντας, καὶ τοὺς ἀπαντῶντας ἁρπάζειν, ἐκδιδόναι δὲ τοῖς φονεύειν ἅπαντας καὶ δίχα κρίσεως τεταγμένοις. τῶν δὲ ἀτοπημάτων ἦν κολοφὼν Φῆστος, ὃν εἰς πᾶν εἶδος ὠμότητος πρόχειρον ὄντα τῆς Ἀσίας ἀνθύπατον ὁ βασιλεὺς ἔστειλεν, ὡς ἂν μηδεὶς τῶν περὶ λόγους ἐσπουδακότων ἀπολειφθείη. καὶ εἰς ἔργον ᾔει τὸ βούλευμα: