Ancient Greek
Book 4, Chapter 16
Zosimus, Historia Nova 4.16.4
Not analysed yet
τούτου δὴ γενομένου Σαυρομάται καὶ Κουάδοι, καὶ πρότερον ὄντες ἔγκοτοι τῷ τὴν ἐν τούτοις ἐπιτετραμμένῳ τοῖς τόποις φυλακὴν ʽἦν δὲ Κελέστιοσ̓, μετὰ τὴν τῶν στρατιωτῶν εἰς Λιβύην ἀποδημίαν ἐπέθεντο Παίοσί τε καὶ Μυσοῖς: τοῦ γὰρ Κελεστίου τὸν τούτων ἄρχοντα πίστεσιν ἐνόρκοις παραγαγόντος, ἀνελόντος τε δόλῳ τῆς τραπέζης ἔτι προκειμένης, εἰκότως οἱ βάρβαροι τῆς ἐφόδου ταύτην ἔχοντες πρόφασιν τοὺς περὶ τὸν Ἴστρον ἐλῄζοντο, πᾶν, εἴ τι τῶν πόλεων ἦν ἐκτός, διαρπάσοντες.