Ancient Greek
Book 4, Chapter 20
Zosimus, Historia Nova 4.20.3
Not analysed yet
τούτων δὲ ὄντων ἐν τούτοις, φῦλόν τι βάρβαρον τοῖς ὑπὲρ τὸν Ἴστρον Σκυθικοῖς ἔθνεσιν ἐπανέστη, πρότερον μὲν οὐκ ἐγνωσμένον, τότε δὲ ἐξαίφνης ἀναφανέν. Οὔννους δὲ τούτους ἐκάλουν, εἴτε βασιλείους αὐτοὺς ὀνομάζειν προσήκει Σκύθας, εἴτε οὓς Ἡρόδοτός φησι παροικεῖν τὸν Ἴστρον σιμοὺς καὶ ἀσθενέας ἀνθρώπους, εἴτε ἐκ τῆς Ἀσίας εἰς τὴν Εὐρώπην διέβησαν: καὶ τοῦτο γὰρ εὗρον ἱστορημένον, ὡς ἐκ τῆς ὑπὸ τοῦ Τανάϊδος καταφερομένης ἰλύος ὁ Κιμμέροις ἀπογαιωθεὶς Βόσπορος ἐνέδωκεν αὐτοῖς ἐκ τῆς Ἀσίας ἐπὶ τὴν Εὐρώπην πεζῇ διαβῆναι.