Ancient Greek
Book 4, Chapter 20
Zosimus, Historia Nova 4.20.7
Not analysed yet
καὶ ἅμα τῆς ὑπὸ Ῥωμαίους γῆς ἐπιβάντες οὔτε ἱκεσιῶν οὔτε ὅρκων ἐμνήσθησαν, ἀλλ̓ ἡ Θρᾴκη τε ἅπασα καὶ ἡ Παιονία καὶ τὰ μέχρι Μακεδονίας καὶ Θετταλίας ἐπληροῦντο βαρβάρων τὰ προσπεσόντα λῃζομένων.