Ancient Greek
Book 4, Chapter 21
Zosimus, Historia Nova 4.21.3
Not analysed yet
γέγονεν ἀφανὲς ἄφνω τὸ τέρας. τῶν οὖν περιεστώτων περὶ τὸ πρακτέον ἀπορουμένων συνέβαλλον οἱ τὰ τοιαῦτα ἐξηγεῖσθαι δεινοὶ τὴν ἐσομένην προμηνύειν τῆς πολιτείας κατάστασιν, ὅτι τε πληττόμενα καὶ μαστιγούμενα διατελέσει τὰ πράγματα, ψυχορραγοῦσιν ἐοικότα, μέχρις ἂν τῇ τῶν ἀρχόντων καὶ ἐπιτροπευόντων κακίᾳ τελέως φθαρείη. τοῦτο μὲν οὖν, ἐπιόντων ἡμῶν τὰ καθ̓ ἕκαστα, σὺν ἀληθείᾳ φανήσεται προαγορευθέν: