Ancient Greek
Book 4, Chapter 22
Zosimus, Historia Nova 4.22.2
Not analysed yet
λαβόντες οὖν οὗτοι παρὰ τοῦ βασιλέως τὸ σύνθημα κατ̓ ὀλίγους ἐκ τῶν τῆς Κωνσταντινουπόλεως πυλῶν ὑπεξῄεσαν, καὶ τοὺς ἐκλείποντας Σκυθῶν τοῖς κοντοῖς περονῶντες πολλῶν ἡμέρας ἑκάστης ἔφερον κεφαλάς. ἐπεὶ δὲ ἡ τῶν ἵππων ταχυτὴς καὶ ἡ τῶν κοντῶν ἐπιφορὰ δύσμαχος εἶναι τοῖς Σκύθαις ἐδόκει, καταστρατηγῆσαι τὸ Σαρακηνικὸν διενοήθησαν φῦλον. ἐνέδραν τινὰ κοίλοις ἐναποκρύψαντες τόποις τρεῖς ἑνὶ Σκύθας ἐπιέναι συνεῖδον Σαρακηνῷ.