Ancient Greek
Book 4, Chapter 22
Zosimus, Historia Nova 4.22.4
Not analysed yet
Σκοπουμένῳ δὲ αὐτῷ τίνι δέοι τρόπῳ διαθεῖναι τὸν πόλεμον πλήθους: ἐπικειμένου τοσούτου βαρβάρων, καὶ ἅμα τῇ τῶν ἀρχόντων βαρυνομένῳ κακίᾳ, καὶ παραλῦσαι μὲν αὐτοὺς διὰ τὸν περιέχοντα τὰ πράγματα σάλον ὀκνοῦντος, ἀποροῦντος δὲ τίσι τὰς ἡγεμονίας παραδοῦναι προσήκει μηδενὸς ἀξιόχρεω φαινομένου, καταλιπὼν Σευαστιανὸς τὴν ἑσπέραν οἷα τῶν αὐτόθι βασιλέων διὰ νεότητα φρονεῖν ταὐτὰ πρὸς ἑαυτοὺς οὐκ ἀνεχομένων, ἀλλὰ ἐκδόντων ἑαυτοὺς εὐνούχων ἐπὶ τῷ κοιτῶνι τεταγμένων διαβολαῖς, εἰς τὴν Κωνσταντινούπολιν παρεγένετο.