Ancient Greek
Book 4, Chapter 23
Zosimus, Historia Nova 4.23.6
Not analysed yet
οὕτω δὴ τοῦ βασιλέως εἰς ἄλογον ὑποψίαν παρατραπέντος, Σεβαστιανὸς μὲν ἐδήλου κατὰ χώραν μένειν τῷ βασιλεῖ καὶ μὴ περαιτέρω προβαίνειν: οὐδὲ γὰρ εἶναι ῥᾷστον πλήθει τοσούτῳ πόλεμον ἐκ τοῦ προφανοῦς ἐπάγειν, ἀλλ̓ ἐκ περιδρομῆς καὶ λαθραίαις ἐπιθέσεσι τρίβειν τὸν χρόνον, ἕως ἂν σπάνει τῶν ἐπιτηδείων ἀπειπόντες ἢ παραδοῖεν αὑτούς, ἢ τῶν ὑπὸ Ῥωμαίους χωρίων ἀναχωρήσαιεν, τοῖς Οὔννοις ἐκδιδόντες τὸ καθ̓ ἑαυτοὺς μᾶλλον ἢ τοῖς ἐκ τοῦ λιμοῦ συμβαίνειν εἰωθόσιν οἰκτροτάτοις ὀλέθροις.