# Historia Nova 4.24.1-3

Zosimus, Historia Nova, 4.24.1 to 4.24.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zosimus/historia-nova/4.24.1

ἀλλ̓ ἐκείνου ταῦτα παραινοῦντος, οἱ τἀναντία σπουδάζοντες ἐξιέναι τὸν βασιλέα πανστρατιᾷ παρεκάλουν ἐπὶ τὸν πόλεμον ὡς ἤδη τῶν βαρβάρων ὡς ἐπίπαν ἀπολωλότων καὶ ἀκονιτὶ τοῦ βασιλέως τῇ νίκῃ παρισταμένου. κρατησάσης δὲ τῆς χείρονος γνώμης, ἐπειδὴ καὶ πρὸς τὸ χεῖρον ἦγεν ἡ τύχη τὰ πράγματα, τὸν στρατὸν ἅπαντα σὺν οὐδενὶ κόσμῳ πρὸς τὴν μάχην ἐξῆγεν ὁ βασιλεύς. οἷς ἀπαντήσαντες ἀπροφασίστως οἱ βάρβαροι, καὶ παρὰ πολὺ τῇ μάχῃ κρατήσαντες, μικροῦ μὲν ἅπαντας πανωλεθρίᾳ διέφθειραν: σὺν ὀλίγοις δὲ πεφευγότος εἴς τινα κώμην τοῦ βασιλέως, οὐκ οὖσαν τειχήρη, περιθέντες ὕλην πανταχόθεν τῇ κώμῃ καὶ πῦρ ἐνέντες τοὺς ἐν αὐτῇ συμφυγόντας μετὰ τῶν ἐνοικούντων ἐνέπρησαν, ὡς μηδὲ τῷ τοῦ βασιλέως σώματι δυνηθῆναί τινα παντάπασιν ἐπιστῆναι. Τῶν δὲ πραγμάτων ἐπὶ λεπτοτάτης ἑστώτων ἐλπίδος, Βίκτωρ ὁ τοῦ Ῥωμαίων ἡγούμενος ἱππικοῦ, τὸν κίνδυνον ἅμα τισὶν ἱππεῦσι διαφυγών, ἐπὶ Μακεδονίαν τε καὶ Θεσσαλίαν ἐλάσας κἀκεῖθεν ἐπὶ Μυσοὺς καὶ Παίονας ἀναδραμών, αὐτόθι διατρίβοντι τῷ Γρατιανῷ τὸ συμβὰν ἀπαγγέλλει καὶ τὴν τοῦ στρατοπέδου καὶ τοῦ βασιλέως ἀπώλειαν.

---

Zosimus, Historia Nova, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4084.tlg001.local001/.
