Ancient Greek
Book 4, Chapter 25
Zosimus, Historia Nova 4.25.3
Not analysed yet
οὗπερ γεγενημένου βραχύ τι πρὸ τῆς ἡμέρας ἐπιθέμενοι τοῖς βαρβάροις οἱ στρατιῶται πάντας κατέσφαξαν, τοὺς μὲν οὐδὲ αἰσθανομένους, τοὺς δὲ ἅμα τῇ αἰσθήσει τρωθέντας, καὶ ἄλλους ἄλλοις θανάτων τρόποις ἀναιρεθέντας. ἐπεὶ δὲ τῶν ἀνδρῶν οὐδὲν ὑπελείφθη, τοὺς μὲν πεσόντας ἐσκύλευον, ἐπὶ δὲ τὰς γυναῖκας καὶ τοὺς παῖδας ὁρμήσαντες ἁμάξας μὲν εἷλον τετρακισχιλίας αἰχμαλώτους δὲ ὅσους ἦν εἰκὸς ἐπὶ τοσούτων ἁμαξῶν φέρεσθαι, δίχα τῶν βάδην ταύταις ἀκολουθούντων καὶ ἐξ ἀμοιβῆς, οἷα φιλεῖ γίνεσθαι, τὰς ἀναπαύσεις ἐπ’ αὐτῶν ποιουμένων.