Ancient Greek
4.26.6 to 4.26.9
Zosimus, Historia Nova 4.26.6-9
Not analysed yet
τῇ δὲ κατὰ τὴν Κωνσταντινούπολιν γερουσίᾳ γράψας ἐν παραβύστῳ, καὶ παρὰ ταύτης ἐπιτραπεὶς ὅ τι ἂν λυσιτελεῖν ἡγήσαιτο πρᾶξαι, τοιῷδέ τινι τρόπῳ τὸν ἐπηρτημένον ταῖς πόλεσιν ἀποσείεται κίνδυνον. καλέσας ὡς ἑαυτὸν ἅπαντας ὅσοι ταγμάτων ἔτυχον στρατιωτικῶν προεστῶτες, καὶ ὅρκοις καταλαβών, ἣν εἶχε γνώμην αὐτοῖς ἐκοινώσατο. οἳ δὲ ἅπερ ἔδει πράττειν ἀκηκοότες, λόγους ἐνέσπειραν τοῖς ἐν ἑκάστῃ πόλει βαρβάροις, ὡς ὁ βασιλεὺς ἁδραῖς σφόδρα δωρεαῖς αὐτοὺς ἀμείψασθαι βούλοιτο καὶ διαδοῦναι πᾶσιν οὐ χρήματα μόνον ἀλλὰ καὶ γῆν, ὡς ἂν εἰς τὴν ὑπὲρ αὐτοῦ καὶ Ῥωμαίων εὔνοιαν ἐπιδοῖεν. ἐπὶ τούτοις τε ἐκέλευον εἰς τὰς μητροπόλεις ἀγείρεσθαι, ῥητῆς αὐτοῖς εἰς τοῦτο δοθείσης ἡμέρας. ταύταις ἐπαρθέντες οἱ βάρβαροι ταῖς ἐλπίσιν ἐχάλασαν μέν τι τοῦ θυμοῦ καὶ τῆς κατὰ τῶν πόλεων ἀπωλείας, ἀναμείναντες δὲ τὴν κυρίαν, οὗπερ ἑκάστοις ἦν τεταγμένον ἰέναι, συνέρρεον. εἰδότες δὲ καὶ οἱ στρατιῶται τὸ σύνθημα, καταλαβόντες τὰ ταῖς ἀγοραῖς ἐπικείμενα τέγη τοὺς βαρβάρους εἰσιόντας λίθοις καὶ βέλεσι κατηκόντισαν, ἕως ἅπαντας πανωλεθρίᾳ διαφθείραντες τὰς ἐν τῇ ἑῴᾳ πόλεις τῶν ἐπικειμένων ἠλευθέρωσαν φόβων.