Ancient Greek
Book 4, Chapter 33
Zosimus, Historia Nova 4.33.2
Not analysed yet
ἄμφω δὲ ἦσαν Φράγγοι τὸ γένος, εὖνοί τε σφόδρα Ῥωμαίοις καὶ χρημάτων ὡς μάλιστα ἀδωρότατοι καὶ περὶ τὰ πολέμια φρονήσει καὶ ἀλκῇ διαφέροντες. τούτων ἅμα τῇ στρατιᾷ τοῖς κατὰ Μακεδονίαν καὶ Θεσσαλίαν ἐπιστάντων χωρίοις, οἱ τὰ τῇδε νεμόμενοι Σκύθαι ἐκ προοιμίου τοῦ φρονήματος τῶν ἀνδρῶν καὶ τῆς προαιρέσεως συναισθόμενοι, παραχρῆμα τῶν τόπων ἐκείνων ἐκστάντες ἐπὶ τὴν Θρᾴκην ἐπαλινδρόμουν πεπορθημένην ὑπ’ αὐτῶν πρότερον, καὶ ὅ τι πράξαιεν ἀποροῦντες ἐπὶ τὴν ὁμοίαν τῇ πρότερον ἐφέροντο πεῖραν καὶ τοῖς αὐτοῖς παράγειν τὸν βασιλέα Θεοδόσιον ἐπεχείρουν: