Ancient Greek
Book 4, Chapter 33
Zosimus, Historia Nova 4.33.4
Not analysed yet
πάντα γὰρ ὅσα πρὸς ἠθῶν ἀρκεῖ καὶ βίου διαφθοράν, ἐπὶ τῆς τούτου βασιλείας τοσαύτην ἐπίδοσιν ἔσχεν ὥστε πάντας σχεδόν, ὅσοι τὰ τοῦ βασιλέως ἐζήλουν ἐπιτηδεύματα, τὴν ἀνθρωπίνην εὐδαιμονίαν ἐν τούτοις ὁρίζεσθαι. μῖμοί τε γὰρ γελοίων καὶ οἱ κακῶς ἀπολούμενοι ὀρχησταί, καὶ πᾶν ὅ τι πρὸς αἰσχρότητα καὶ τὴν ἄτοπον ταύτην καὶ ἐκμελῆ συντελεῖ μουσικήν, ἠσκήθη τε ἐπὶ τούτου, καὶ μετὰ ταῦτα, τὴν ἐκείνων ἄνοιαν ζηλώσαντας εἶναι, εἰς τοσαύτην κατενεχθέντος διαφθορὰν τοῦ πολιτεύματος. ἔτι τε καὶ τὰ τῶν θεῶν ἕδη κατὰ πᾶσαν ἐπολιόρκει πόλιν καὶ χώραν, κίνδυνός τε πᾶσιν ἐπέκειτο τοῖς νομίζουσιν εἶναι θεοὺς ἢ ὅλως εἰς τὸν οὐρανὸν ἀναβλέπουσι καὶ τὰ ἐν αὐτῷ φαινόμενα προσκυνοῦσι.