Ancient Greek
4.37.1 to 4.37.2
Zosimus, Historia Nova 4.37.1-2
Not analysed yet
Ἡ μὲν οὖν Γρατιανοῦ βασιλεία ταύτην ἔσχε τὴν τελευτήν, Μάξιμος δὲ τὴν βασιλείαν ἔχειν ἐν ἐχυρῷ πιστευσάμενος ἔστειλε πρὸς Θεοδόσιον βασιλέα πρεσβείαν οὐ συγγνώμην αἰτοῦσαν ἐφ̓ οἷς εἰς Γρατιανὸν ἔπραξεν, ἀλλά τι καὶ βαρύτητος ἐν ἑαυτῇ φέρουσαν. ἦν δὲ ὁ πρὸς τοῦτο σταλεὶς ὁ τοὺς βασιλικοὺς φυλάττειν ἐπιτεταγμένος κοιτῶνας, οὐκ εὐνοῦχός τις ὢν ʽοὐδὲ γὰρ εὐνούχους ὁ Μάξιμος ἐπιστῆναι τῇ τῆς αὐλῆς ἠνέσχετο φυλακᾖ, πρεσβύτης δὲ τῶν ἐκ νεότητος αὐτῷ προσεδρευσάντων. ᾔτει δὲ τὸν Θεοδόσιον ἡ πρεσβεία σπονδὰς καὶ ὁμόνοιαν καὶ ὁμαιχμίαν κατὰ παντὸς πολεμίου Ῥωμαίοις, ἢ ἀπειθοῦντι δυσμένειαν καὶ μάχην προήγγελλε.