Ancient Greek
4.4.1 to 4.4.2
Zosimus, Historia Nova 4.4.1-2
Not analysed yet
Οὐάλεντα δὲ πολλαὶ πανταχόθεν περιίσταντο ταραχαί, πρότερον μὲν ἀπράγμονα τρίψαντα βίον, ἄφνω δὲ βασιλείαν παραλαβόντα καὶ τὸν τῶν πραγμάτων ὄγκον οὐ φέροντα. οἵ τε γὰρ Πέρσαι τῇ διὰ τῶν ἐπὶ Ἰοβιανοῦ σπονδῶν ἐπαρθέντες πλεονεξίᾳ, καὶ τὰς ἐφόδους ἐπ’ ἀδείας ποιούμενοι Νισίβιος ὑπ’ αὐτοῖς γενομένης, εἷλκον πρὸς ἑαυτοὺς τὸν βασιλέα, τὰς τῆς ἑῴας συνταράττοντες πόλεις: καὶ τῆς Κωνσταντινουπόλεως ἐξορμήσαντος συμβέβηκεν ἡ κατὰ Προκόπιον ἐπανάστασις. τούτῳ γὰρ Ἰουλιανὸς ὡς γένει συναπτομένῳ μέρος τι τῆς δυνάμεως ἐμπιστεύσας, ἐκέλευσεν ἅμα Σεβαστιανῷ διὰ τῆς Ἀδιαβηνῆς χωροῦντι ἀπαντῆσαί οἱ δἰ ἑτέρας ὁδοῦ κατὰ τῶν πολεμίων ἰόντι, δοὺς αὐτῷ καὶ βασιλικὴν στολὴν ἔχειν δἰ αἰτίαν πᾶσι τοῖς ἄλλοις ἠγνοημένην.