Ancient Greek
4.41.2 to 4.41.3
Zosimus, Historia Nova 4.41.2-3
Not analysed yet
ἐπεὶ δὲ τοῖς παῤ αὐτῶν γεγενημένοις ὁ βασιλεὺς κινηθεὶς ἠπείλει τῷ πταίσματι δίκην ἀξίαν ἐπιθεῖναι, δέει τῆς βασιλέως ὀργῆς ἐδόκει τῇ βουλῇ πρέσβεις ἐκπέμπειν, ὑπὲρ ὧν ὁ δῆμος ἔπραξεν ἀπολογησομένους. αἱροῦνται τοίνυν Λιβάνιόν τε τὸν σοφιστήν, οὗ τὸ κλέος ἐκ τῶν καταλελειμμένων ὑπ’ αὐτοῦ κηρύττεται λόγων, καὶ Ἱλάριον γένους τε λαμπρότητι καὶ παντὶ παιδείας εἴδει προήκοντα. καὶ ὁ μὲν σοφιστὴς τὸν περὶ τῆς στάσεως αὐτῷ τε βασιλεῖ καὶ τῇ γερουσίᾳ λόγον εἰπὼν ἴσχυσε τὸν βασιλέα μεταστῆσαι τῆς κατὰ Ἀντιοχέων ὀργῆς, ὥστε ἀμέλει τούτῳ καὶ τὸν περὶ τῶν διαλλαγῶν ἐπιθεῖναι, τελέως τοῦ βασιλέως τὸ πρὸς τὴν πόλιν ἔχθος ἀποθεμένου: Ἱλάριος δὲ διὰ τὸ μέγεθος τῆς ἀρετῆς ἐπαίνων ἀξιωθεὶς ἄρχειν παρὰ βασιλέως ἐτάττετο Παλαιστίνης ἁπάσης.