Ancient Greek
Book 4, Chapter 42
Zosimus, Historia Nova 4.42.5
Not analysed yet
τοσοῦτον δὲ ἴσχυσεν ὁ Μάξιμος τὸν Δομνῖνον παραγαγεῖν ὥστε καὶ μέρος ἧς εἶχε στρατιᾶς συμπαραπέμψαι, συνοῖσον εἰς ἐπικουρίαν τῷ βασιλεῖ κατὰ τῶν ἐπικειμένων τοῖς ὑπ’ αὐτὸν Παίοσι βαρβάρων. ἐπὶ τούτοις ἀναχωρήσαντος τοῦ Δομνίνου, καὶ ὡρᾳζομένου τῷ πλήθει καὶ μεγέθει τῶν δωρεῶν καὶ τῇ τῶν δεδομένων αὐτῷ συμμάχων δορυφορίᾳ, τὴν ἀπὸ τῶν Ἄλπεων φέρουσαν ἐπὶ τὴν Ἰταλίαν ὁδὸν ἔλαθε τῷ Μαξίμῳ ῥᾴονα καταστήσας.