Ancient Greek
Book 4, Chapter 43
Zosimus, Historia Nova 4.43.2
Not analysed yet
καὶ τὴν θυγατέρα Γάλλαν ἐπαγομένη. διαπλεύσαντες δὴ τὰ τοσαῦτα πελάγη καὶ τῇ Θεσσαλονίκῃ προσορμισθέντες πρεσβείᾳ πρὸς Θεοδόσιον ἐχρῶντο τὸν βασιλέα, νῦν γοῦν αὐτὸν τῇ κατὰ παντὸς τοῦ Οὐαλεντινιανοῦ γένους ἀσελγείᾳ τιμωρῆσαι παρακαλοῦντες. ὃ δὲ καὶ πρὸς αὐτὴν τὴν ἀκοὴν ἐκπλαγεὶς λήθην μέν τινα τῆς ἄγαν ἐποιεῖτο τρυφῆς καὶ τῇ περὶ τὰς ἡδονὰς ἐνεδίδου μανίᾳ, βουλῆς δὲ προτεθείσης ἐδόκει τὴν Θεσσαλονίκην αὐτὸν ἅμα τισὶ τῶν ἀπὸ τῆς γερουσίας καταλαβεῖν.