Ancient Greek
Book 4, Chapter 44
Zosimus, Historia Nova 4.44.1
Not analysed yet
τούτοις δυσαρεστήσας ὁ Θεοδόσιος διά τε τὴν ἔμφυτον μαλακίαν καὶ τὴν τῆς προλαβούσης διαίτης ἐκμέλειαν ὤκνει πρὸς τὸν πόλεμον, τὰ ἐκ τῶν ἐμφυλίων κακὰ φέρων εἰς μέσον, καὶ ὡς ἀνάγκη πᾶσα τὰ κοινὰ πλήττεσθαι καιρίαις πληγαῖς ἀμφοτέρωθεν: ὅθεν ἔφασκε δεῖν πρότερον διακηρυκεύεσθαι, καὶ εἰ μὲν ἕλοιτο Βαλεντινιανῷ Μάξιμος ἀποδοῦναι τὴν βασιλείαν καὶ ἄγειν τὴν ἡσυχίαν, κατὰ τὸ πρότερον σχῆμα τὴν ἀρχὴν εἰς ἅπαντας διῃρῆσθαι, πλεονεξίᾳ δὲ κρατούμενον αὐτὸν καταπολεμήσειν ἀπροφασίστως.