Ancient Greek
Book 4, Chapter 44
Zosimus, Historia Nova 4.44.3
Not analysed yet
καὶ ταῦτα λέγουσα τὴν κόρην ὀδυρομένην ἐδείκνυ καὶ τὴν ἑαυτῆς ἀποκλαίουσαν τύχην. τούτων ἀκούσας ὁ Θεοδόσιος, καὶ ἅμα τῇ θέᾳ τοῦ τῆς κόρης κάλλους ἁλούς, παρέφαινε μὲν καὶ τῷ βλέμματι τὴν ἐπὶ τῷ κάλλει τῆς κόρης πληγήν, ἀνεβάλλετο δὲ τὸ πρακτέον, χρηστὰς ἔχειν αὐταῖς ὑποφαίνων ἐλπίδας. ὡς δὲ πλέον ὑπεσμύχετο τῇ τῆς κόρης ἐπιθυμίᾳ, τὴν Ἰουστῖναν μετελθὼν ᾔτει τὴν θυγατέρα πρὸς γάμον οἷα Πλακίλλης τῆς πρότερον αὐτῷ γημαμένης ἀπαλλαγείσης.