Ancient Greek
Book 4, Chapter 46
Zosimus, Historia Nova 4.46.2
Not analysed yet
ναυτικῇ δυνάμει Θεοδόσιον οἰόμενος ἐπιθήσεσθαι. ὄντος δὲ ἐν τούτοις Ἀνδραγαθίου, διελθὼν Παιονίαν καὶ τὰς ἐν τοῖς Ἀπεννίνοις ὄρεσι πύλας ὁ Θεοδόσιος ἀπροσδοκήτοις ἅμα καὶ ἀφυλάκτοις οὖσι τοῖς ἀμφὶ τὸν Μάξιμον ἐπιτίθεται. μέρους δέ τινος τοῦ στρατοπέδου σὺν ὀξυτάτῃ ῥύμῃ τοῖς τῆς Ἀκυληίας τείχεσι προσπεσόντος καὶ βιασαμένου τὴν διὰ τῶν πυλῶν εἴσοδον ʽἀντιστῆναι γὰρ αὐτοῖς οὐχ οἷοί τε γεγόνασιν οἱ φυλάττοντες ὄντες ὀλίγοἰ Μάξιμος μὲν ἐκ τοῦ βασιλείου κατήγετο θρόνου, χρήματα διανέμειν τοῖς ὑπ’ αὐτὸν στρατιώταις ἀρξάμενος, γυμνωθεὶς δὲ τοῦ βασιλικοῦ σχήματος Θεοδοσίῳ προσήγετο.