Ancient Greek
Book 4, Chapter 48
Zosimus, Historia Nova 4.48.6
Not analysed yet
τοῦ δὲ οὐδὲν ἀνασχομένου παντάπασιν ἀποκρίνασθαι βάσανοι διὰ μαστίγων ἐπήγοντο. τοῦ δὲ μηδὲ τῇ διὰ τούτων ἐνδόντος ἀνάγκῃ, ξίφεσιν ἀμύττειν αὐτῷ τὸ σῶμα τοῖς ἱππεῦσιν ἐνεκελεύετο, προσθεὶς ὅτι αὐτὸς ὁ βασιλεὺς Θεοδόσιος εἴη. τοῦτο ἀκούσας ὁ ἄνθρωπος ἐξέφαινέ τε ὅστις εἴη καὶ τῶν ἐν τοῖς ἕλεσι κρυπτομένων βαρβάρων εἶναι κατάσκοπος ἔλεγεν, ἀπαγγέλλειν τε αὐτοῖς ὁ στρατὸς ὅποι εἴη καὶ ποίοις ἐπιέναι τόποις ἢ ἀνδράσι προσήκει.