Ancient Greek
Book 4, Chapter 49
Zosimus, Historia Nova 4.49.3
Not analysed yet
φεύγουσι δὲ αὐτοῖς ὑπαντήσας Πρόμωτος ʽἔτυχε γὰρ ὑπὸ τοῦ βασιλέως μετάπεμπτος γεγονὼσ̓ τὸν μὲν βασιλέα περισώζειν αὑτόν τε καὶ τοὺς αὐτῷ συνόντας ἠξίου: τῶν γὰρ βαρβάρων αὑτῷ μελήσειν, ἀξίαν τῆς αὐτῶν ἀπονοίας ἐπιθήσοντι δίκην. καὶ ἅμα ταῦτα λέγων ἐπῄει, καὶ εὑρὼν ἔτι τοῖς καθεύδουσιν ἐγκειμένους ἐπῆλθέ τε μετὰ πάσης ὀξύτητος, καὶ τοσούτους ἀνεῖλεν ὥστε ἢ οὐδένα ἢ σφόδρα ὀλίγους εἰς τὰ ἕλη συμφυγόντας περισωθῆναι.