Ancient Greek
Book 4, Chapter 52
Zosimus, Historia Nova 4.52.1
Not analysed yet
Ταύτης διαβοήτου τῆς πράξεως ἐν ἅπασι γενομένης καὶ ἐν τοῖς ἁπάντων στόμασιν οὔσης, παντός τε σωφρονοῦντος ἐπὶ τοῖς τοσούτοις ἀτοπήμασι σχετλιάζοντος, αὐτὸς μὲν Ῥουφῖνος ὥσπερ τι σεμνὸν ἐργασάμενος ὕπατος ἀνεδείκνυτο, Τατιανῷ δὲ καὶ τῷ τούτου παιδὶ Πρόκλῳ, Ῥουφίνῳ προσκεκρουκόσι δἰ οὐδὲν ἕτερον ἢ ὅτι τὰς ὑπάρχους ἔχοντες ἐξουσίας, ὃ μὲν τῆς αὐλῆς ὃ δὲ τῆς πόλεως, ἀδωρότατα καὶ ὡς ἔνι μάλιστα δεόντως αὐτὰς διετίθεσαν, ἐπήγετο πράγματα λόγον οὐκ ἔχοντα.