Ancient Greek
Book 4, Chapter 53
Zosimus, Historia Nova 4.53.1
Not analysed yet
Ἐν δὲ τῷ ταῦτα πράττεσθαι Οὐαλεντινιανὸς ὁ βασιλεὺς ἀγγέλλεται τελευτήσας. ὁ δὲ τῆς τελευτῆς τρόπος ἐγένετο τοιόσδε. Ἀρβογάστης ἐκ τοῦ Φράγγων ὁρμώμενος ἔθνους, Βαύδωνι δὲ ὑποστρατηγεῖν ὑπὸ Γρατιανοῦ βασιλεύοντος τεταγμένος, ἐκείνου τελευτήσαντος τῷ δραστηρίῳ τεθαρρηκὼς τὴν στρατιωτικὴν ἀρχὴν εἰς ἑαυτὸν περιέστησε βασιλέως οὐ δεδωκότος, κατάλληλος δὲ τοῖς ὑποτεταγμένοις αὐτῷ στρατιώταις ὀφθεὶς διά τε ἀνδρείαν καὶ πολεμικὴν ἐπιστήμην καὶ χρημάτων ὑπεροψίαν ἐπὶ μέγα προῆλθε δυνάμεως, καὶ τοσοῦτος ἦν ὥστε καὶ πρὸς τὸν βασιλέα παρρησιάζεσθαι, καὶ ὅσα μὴ καλῶς αὐτῷ μηδὲ προσηκόντως ἔχειν ἐδόκει κωλύειν.