Ancient Greek
Book 4, Chapter 54
Zosimus, Historia Nova 4.54.1
Not analysed yet
ἦν τις ἐν τοῖς βασιλείοις ἀναστρεφόμενος Εὐγένιος ὄνομα, παιδείᾳ προήκων ἐπὶ τοσοῦτον ὥστε καὶ ῥητορικὸν ἐπανελέσθαι βίον καὶ προεστάναι διδασκαλείου. πρὸς τοῦτον ὁ Ῥιχομήρης οἷα σφόδρα χαρίεντα καὶ ἀστεῖον ἔχων οἰκείως Ἀρβογάστῃ συνίστησιν, ἔχειν ἐν τοῖς συνήθεσι καὶ φίλοις αἰτήσας ὡς οὐκ ἐσόμενον ἄχρηστον, εἴ ποτε πρᾶγμα φιλίας ἀληθοῦς δεόμενον ἀνακύψειε.